#6 Aristophanes - Ranae 80 -115 // проныра Еврипид и кроткий Софокл
κἄλλως ὁ μέν γ᾽ Εὐριπίδης πανοῦργος ὢν κἂν ξυναποδρᾶναι δεῦρ᾽ ἐπιχειρήσειέ μοι· ὁ δ᾽ εὔκολος μὲν ἐνθάδ᾽, εὔκολος δ᾽ ἐκεῖ. ΗΡ. Ἀγάθων δὲ ποῦ ᾽στιν; ΔΙ. ἀπολιπών μ᾽ ἀποίχεται, ἀγαθὸς ποητὴς καὶ ποθεινὸς τοῖς φίλοις. 85ΗΡ. ποῖ γῆς ὁ τλήμων; ΔΙ. ἐς μακάρων εὐωχίαν. ΗΡ. ὁ δὲ Ξενοκλέης; ΔΙ. ἐξόλοιτο νὴ Δία. ΗΡ. Πυθάγγελος δέ; ΞΑ. περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος ἐπιτριβομένου τὸν ὦμον οὑτωσὶ σφόδρα. ΗΡ. οὔκουν ἕτερ᾽ ἔστ᾽ ἐνταῦθα μειρακύλλια 90τραγῳδίας ποιοῦντα πλεῖν ἢ μυρία, Εὐριπίδου πλεῖν ἢ σταδίῳ λαλίστερα; ΔΙ. ἐπιφυλλίδες ταῦτ᾽ ἐστὶ καὶ στωμύλματα, χελιδόνων μουσεῖα, λωβηταὶ τέχνης, ἃ φροῦδα θᾶττον, ἢν μόνον χορὸν λάβῃ, 95ἅπαξ προσουρήσαντα τῇ τραγῳδίᾳ. γόνιμον δὲ ποιητὴν ἂν οὐχ εὕροις ἔτι ζητῶν ἄν, ὅστις ῥῆμα γενναῖον λάκοι. ΗΡ. πῶς γόνιμον; ΔΙ. ὡδὶ γόνιμον, ὅστις φθέγξεται τοιουτονί τι παρακεκινδυνευμένον, 100«αἰθέρα Διὸς δωμάτιον,» ἢ «χρόνου πόδα,» ἢ «φρένα μὲν οὐκ ἐθέλουσαν ὀμόσαι καθ᾽ ἱερῶν, γλῶτταν δ᾽ ἐπιορκήσασαν ἰδίᾳ τῆς φρενός.» ΗΡ. σὲ δὲ ταῦτ᾽ ἀρέσκει; ΔΙ. μἀλλὰ πλεῖν ἢ μαίνομαι. ΗΡ. ἦ μὴν κόβαλά γ᾽ ἐστίν, ὡς καὶ σοὶ δοκεῖ. 105ΔΙ. μὴ τὸν ἐμὸν οἴκει νοῦν· ἔχεις γὰρ οἰκίαν. ΗΡ. καὶ μὴν ἀτεχνῶς γε παμπόνηρα φαίνεται. ΔΙ. δειπνεῖν με δίδασκε. ΞΑ. περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος. ΔΙ. ἀλλ᾽ ὧνπερ ἕνεκα τήνδε τὴν σκευὴν ἔχων ἦλθον κατὰ σὴν μίμησιν, ἵνα μοι τοὺς ξένους 110τοὺς σοὺς φράσειας, εἰ δεοίμην, οἷσι σὺ ἐχρῶ τόθ᾽, ἡνίκ᾽ ἦλθες ἐπὶ τὸν Κέρβερον, τούτους φράσον μοι, λιμένας, ἀρτοπώλια, πορνεῖ᾽, ἀναπαύλας, ἐκτροπάς, κρήνας, ὁδούς, πόλεις, διαίτας, πανδοκευτρίας, ὅπου 115κόρεις ὀλίγιστοι. ΞΑ. περὶ ἐμοῦ δ᾽ οὐδεὶς λόγος.
Название:
#6 Aristophanes - Ranae 80 -115 // проныра Еврипид и кроткий Софокл
Категория:
Разное